Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.297 Joseph. AJ 5.301 (English) >>Joseph. AJ 5.307

5.300καὶ γενομένων κατὰ χωρίον, Σιαγὼν καλεῖται νῦν διὰ τὴν Σαμψῶνος ἀνδραγαθίαν ἐπʼ αὐτῷ γενομένην, πάλαι δʼ ἦν ἀνώνυμον, οὐκ ἄπωθεν ἐστρατοπεδευκότων τῶν Παλαιστίνων, ἀλλʼ ὑπαντώντων μετὰ χαρᾶς καὶ βοῆς ὡς ἐπὶ κατωρθωμένοις οἷς ἐβούλοντο, διαρρήξας τὰ δεσμὰ Σαμψὼν ἁρπασάμενος ὄνου σιαγόνα παρὰ ποσὶν οὖσαν εἰς τοὺς πολεμίους ὤσατο καὶ παίων αὐτοὺς τῇ σιαγόνι κτείνει εἰς χιλίους, τοὺς δὲ ἄλλους τρέπεται ταραχθέντας. 5.301

Σαμψὼν δὲ μεῖζον χρὴ ἐπὶ τούτῳ φρονῶν οὐ κατὰ θεοῦ συνεργίαν ἔλεγε τοῦτο συμβῆναι, τὴν δʼ ἰδίαν ἀρετὴν ἐπέγραψε τῷ γεγονότι, τῶν πολεμίων τοὺς μὲν πεσεῖν τοὺς δʼ εἰς φυγὴν τραπῆναι διὰ τοῦ παρʼ αὐτοῦ δέους αὐχῶν. 5.302δίψους δʼ αὐτὸν ἰσχυροῦ κατασχόντος κατανοῶν ὡς οὐδέν ἐστιν ἀνθρώπειος ἀρετὴ τῷ θεῷ πάντα προσεμαρτύρει καὶ καθικέτευε μηδὲν τῶν εἰρημένων πρὸς ὀργὴν λαβόντα τοῖς πολεμίοις αὐτὸν ἐγχειρίσαι, παρασχεῖν δὲ βοήθειαν πρὸς τὸ δεινὸν καὶ ῥύσασθαι τοῦ κακοῦ. 5.303καὶ πρὸς τὰς ἱκετείας ἐπικλασθεὶς θεὸς πηγὴν κατά τινος πέτρας ἀνίησιν ἡδεῖαν καὶ πολλήν, ὅθεν καὶ Σαμψὼν ἐκάλει τὸ χωρίον Σιαγόνα καὶ μέχρι τοῦ δεῦρο τοῦτο λέγεται. 5.304

Μετὰ δὲ ταύτην τὴν μάχην Σαμψὼν καταφρονῶν τῶν Παλαιστίνων εἰς Γάζαν ἀφικνεῖται καὶ ἔν τινι τῶν καταγωγίων διέτριβε. μαθόντες δὲ τῶν Γαζαίων οἱ ἄρχοντες τὴν αὐτόθι παρουσίαν αὐτοῦ τὰ πρὸ τῶν πυλῶν ἐνέδραις καταλαμβάνουσιν, ὅπως ἐξιὼν μὴ λάθῃ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.297 Joseph. AJ 5.301 (English) >>Joseph. AJ 5.307

Powered by PhiloLogic